Χριστούγεννα!
χρόνια πολλά και ευλογημένα!
Ὁ πατὴρ τῆς μητρὸς γνώμῃ υἱὸς ἐγένετο,
ὁ σωτὴρ τῶν βρεφῶν βρέφος ἐν φάτνῃ ἔκειτο·
ὃν κατανοοῦσα φησὶν ἡ τεκοῦσα·
Εἰπέ μοι, τέκνον, πῶς ἐνεσπάρης μοι,
ἢ πῶς ἐνεφύης μοι·
ὁρῶ σε, σπλάγχνον, καὶ καταπλήττομαι,
ὅτι γαλουχῶ καὶ οὐ νενύμφευμαι·
καὶ σὲ μὲν βλέπω μετὰ σπαργάνων,
τὴν παρθενίαν δὲ ἀκμὴν ἐσφραγισμένην θεωρῶ·
σὺ γὰρ ταύτην φυλάξας
ἐγεννήθης εὐδοκήσας παιδίον νέον,
ὁ πρὸ αἰώνων Θεός.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου